Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.323 Joseph. AJ 6.328 (English) >>Joseph. AJ 6.331

6.326τοῦ δὲ προθύμως ὑποσχομένου καὶ φήσαντος παραστῆναι καιρόν, ἐν τὴν ἀμοιβὴν αὐτῷ τῆς εὐεργεσίας καὶ τῆς ξενίας ἀποδώσει, ποιήσειν αὐτὸν καὶ φύλακα τοῦ σώματος μετὰ τὴν νίκην καὶ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς πολεμίους κατὰ νοῦν χωρήσαντας αὐτοῖς ἐπηγγείλατο, τῆς τιμῆς καὶ πίστεως ὑποσχέσει τὸ πρόθυμον αὐτοῦ μᾶλλον αὔξων. 6.327

Ἔτυχε δὲ Σαοῦλος τῶν Ἑβραίων βασιλεὺς τοὺς μάντεις καὶ τοὺς ἐγγαστριμύθους καὶ πᾶσαν τὴν τοιαύτην τέχνην ἐκ τῆς χώρας ἐκβεβληκὼς ἔξω τῶν προφητῶν. ἀκούσας δὲ τοὺς Παλαιστίνους ἤδη παρόντας καὶ ἔγγιστα Σούνης πόλεως ἐν τῷ πεδίῳ ἐστρατοπεδευκότας ἐξώρμησεν ἐπʼ αὐτοὺς μετὰ τῆς δυνάμεως. 6.328καὶ παραγενόμενος πρὸς ὄρει τινὶ Γελβουὲ καλουμένῳ βάλλεται στρατόπεδον ἀντικρὺ τῶν πολεμίων. ταράττει δʼ αὐτὸν οὐχ ὡς ἔτυχεν τῶν ἐχθρῶν δύναμις πολλή τε οὖσα καὶ τῆς οἰκείας κρείττων ὑπονοουμένη, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν ἐρωτᾷ περὶ τῆς μάχης καὶ τοῦ περὶ ταύτην ἐσομένου τέλους προειπεῖν. 6.329οὐκ ἀποκρινομένου δὲ τοῦ θεοῦ ἔτι μᾶλλον Σαοῦλος κατέδεισε καὶ τὴν ψυχὴν ἀνέπεσε, τὸ κακὸν οἷον εἰκὸς οὐ παρόντος αὐτῷ κατὰ χεῖρα τοῦ θείου προορώμενος. ζητηθῆναι δʼ αὑτῷ κελεύει γύναιόν τι τῶν ἐγγαστριμύθων καὶ τῶν τεθνηκότων ψυχὰς ἐκκαλουμένων ὡς οὕτως γνωσομένῳ, ποῖ χωρεῖν αὐτῷ μέλλει τὰ πράγματα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.323 Joseph. AJ 6.328 (English) >>Joseph. AJ 6.331

Powered by PhiloLogic